Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.32
Not analysed yet
Κἀν τῷ Φιλήβῳ δὲ πάλιν τὸν περὶ τῆς προνοίας ἐκράτυνε λόγον· «Πάντες γάρ» φησι «ξυμφωνοῦσιν οἱ σοφοί, ὄντως ἑαυτοὺς σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλεὺς ἡμῖν οὐρανοῦ τε καὶ γῆς· καὶ ἴσως εὖ λέγουσιν· διὰ σμικροτέρων δέ, εἰ βούλει, τὴν ἐπίσκεψιν αὐτοῦ τοῦ γένους ποιησώμεθα.» Εἶτα ξυλλογισμοῖς παμπόλλοις χρησάμενος, ἐπήγαγε ταῦτα· «Βούλει δὲ καὶ ἡμεῖς τοῖς πρόσθεν ὡμολογημένοις ξυμφωνήσωμεν, ὡς ταῦτα οὕτως ἔχει, καὶ μὴ μόνον οἰώμεθα δεῖν τὰ ἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ ξυγκινδυνεύσωμεν καὶ μετασχῶμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς φῇ ταῦτα μὴ οὕτως, ἀλλ' ἀτάκτως ἔχειν;»