Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.33
Not analysed yet
Καὶ ἑτέροις δὲ πλείστοις λόγοις χρησάμενος, καὶ ταῦτα προστέθεικεν· «Οὐκοῦν εἰ μὴ τοῦτο, μετ' ἐκείνου τοῦ λόγου ἂν ἑπόμενοι βέλτιον λέγοιμεν ὡς ἔστιν, ὃ πολλάκις εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολύ, καὶ πέρας ἱκανόν, καί τις ἐπ' αὐτοῖς αἰτία οὐ φαύλη, κοσμοῦσά τε καὶ ξυνάπτουσα ἐνιαυτούς τε καὶ μῆνας καὶ ὥρας, σοφία καὶ νοῦς λεγομένη.» Καὶ ταῦτα δὲ ἐκ τῶν Ἑβραϊκῶν ναμάτων ἀρυσάμενος ἔχει. Ἐκεῖνα γὰρ διδάσκει σαφῶς, ὡς «ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει», καὶ τἄλλα τὰ τούτων ἀκόλουθα.