Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.4
Not analysed yet
Φέρε τοίνυν πάλιν τὰς Ἑλληνικὰς ἐξετάσωμεν δόξας, καὶ τοῖς ἀποστολικοῖς ταύτας καὶ προφητικοῖς παραθῶμεν δόγμασιν. Ἀλλὰ τοὺς μὲν ποιητὰς μετὰ τῶν δυσσεβῶν καταλίπωμεν μύθων· καὶ γὰρ τούτων ὁ κορυφαῖος τὸν τῶν θεῶν κορυφαῖον ὀλοφυρόμενον δείκνυσιν, ὡς ἐπαμῦναι τῷ παιδὶ μὴ δυνάμενον, ἀλλὰ τῶν τῆς Κλωθοῦς νημάτων ἡττώμενον καὶ ἀναλῦσαι ταῦτα βουλόμενον μέν, ὑπὸ δὲ τῆς Ἀτρόπου καὶ τῆς Λαχέσεως κωλυόμενον καὶ τούτου χάριν ὀλοφυρόμενον καὶ κωκύοντα καὶ γόον πολὺν ἀναμιγνύντα τοῖς λόγοις.