Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.3
Not analysed yet
Οὗ δὴ εἵνεκα τῶν τῆς προνοίας πηδαλίων κατηγοροῦσι· μᾶλλον δὲ παντελῶς αὐτήν, ὅσον ἧκεν εἰς αὐτούς, ἐξελαύνουσι· καὶ εἱμαρμένην καὶ πεπρωμένην καὶ τύχην καὶ μοίρας εἰσάγουσι καὶ τὴν βιαίαν ἀνάγκην ἐφιστῶσιν ἑκάστῳ καὶ ταύτην φασὶ παρὰ γνώμην ποιεῖν καὶ τοὺς ἀνδροφόνους καὶ τοὺς τοιχωρύχους καὶ τῶν γάμων τοὺς ἐπιβούλους.