Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.41
Not analysed yet
ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν.» Ἵνα δὲ καὶ θῶμεν ἀληθῶς εἶναι δίκαιον τὸν δυσποτμίᾳ τινὶ κατεχόμενον, ἐκεῖνό γε πᾶσιν ἐπίδηλον, ὡς οὐδεμίαν ἐκ τῆς δυσημερίας εἰσδέξεται βλάβην, φέρειν ὡς ἀρετῆς ἀθλητὴς πεπαιδευμένος τὰ δυσχερῆ. Ὥσπερ γὰρ οἱ πονηρίᾳ ξυζῶντες καὶ τὰ καλούμενα ἀγαθὰ πονηρίας ἀποφαίνουσιν ὄργανα, οὕτως οἱ τῆς ἀρετῆς ἐρῶντες καὶ τὰ κακὰ νομιζόμενα φιλοσοφίας τῆς ἀληθοῦς κατασκευάζουσιν ὕλας.