Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.42
Not analysed yet
Οὕτω δὴ τούτων ἕκαστον διακρίνοντες, οὔποτε τὸν Θεὸν ἄδικον ὀνομάσομεν, ἀλλὰ ξυνομολογήσομεν ὀρθῶς ἔχειν, ἅπερ ὁ Πλάτων ἐν τῷ Θεαιτήτῳ ξυνέγραψεν, ὅτι «ὁ θεὸς οὐδαμῇ οὐδαμῶς ἄδικος, ἀλλ' ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἔστιν ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν γένηται ὅτι δικαιότατος περὶ τούτου.» Πάλιν δὲ κἀν τῷ δεκάτῳ τῶν Νόμων ἰᾶσθαι πειρᾶται τοὺς τῆς θείας προνοίας οὐ προσιεμένους τὸν λόγον·