Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.43
Not analysed yet
λέγει δὲ ταῦτα· «Τὸν δὲ ἡγούμενον θεοὺς μὲν εἶναι, μὴ φροντίζειν δὲ τῶν ἀνθρωπίνων πραγμάτων, παραμυθητέον ὧδε· ὦ ἄριστε, δὴ φῶμεν, ὅτι μὲν ἡγῇ θεοὺς εἶναι, ξυγγένειά τις θεία πρὸς τὸ ξύμφυτόν σε ἄγει τιμᾶν καὶ νομίζειν εἶναι· κακῶν δ' ἀνθρώπων καὶ ἀδίκων τύχαι, ἰδίᾳ καὶ δημοσίᾳ, ἀληθείᾳ μὲν οὐκ εὐδαίμονες, δόξῃ δὲ εὐδαιμονιζόμεναι σφόδρα ἀλλ' οὐκ ἐμμελῶς, ἄγουσί σε πρὸς ἀσέβειαν.»