Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.46
Not analysed yet
Ἔπειτα ἐπιφέρει· «Μηδαμῶς δόξαν τοιαύτην περὶ θεοῦ, ὦ ξένε, ἀποδεχώμεθα· οὐδαμῇ γὰρ οὔτε ὅσιον οὔτε ἀληθὲς τὸ διανόημα διανοοῖτ' ἄν.» Καὶ πάλιν μετ' ὀλίγα· «Πᾶς γὰρ ἰατρὸς καὶ πᾶς ἔντεχνος δημιουργὸς παντὸς μὲν ἕνεκα πάντα ἐργάζεται πρὸς τὸ κοινῇ ξυντεῖνον βέλτιον· μέρος μὲν εἵνεκεν ὅλου, καὶ οὐχ ὅλον εἵνεκεν μέρους ἀπεργάζεται· σὺ δ' ἀγανακτεῖς, ἀγνοῶν ὅπῃ τὸ περὶ σὲ ἄριστον τῷ παντὶ ξυμβαίνει.»