Ancient Greek
6.47 to 6.48
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.47-48
Not analysed yet
Καὶ μετὰ πλείστους λόγων ἑλιγμοὺς ἐπήγαγεν· «Ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη, τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας ἤ τι τοιοῦτο πράξαντας ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι, καὶ ὡς ἐν κατόπτροις αὐτῶν ταῖς πράξεσιν ἡγήσω καθεωρακέναι τὴν πάντων ἀμέλειαν θεῶν, οὐκ εἰδὼς αὐτῶν τὴν ξυντέλειαν, ὅπῃ πώποτε τῷ παντὶ ξυμβάλλεται.» Διὰ δὴ τούτων ἁπάντων καὶ τῆς προνοίας τὸ δίκαιον ἔδειξε, καὶ ὡς ἕκαστον τῶν γινομένων τῷ παντὶ καθέστηκε ξύμφορον. Οὐ γὰρ τοῦ σμικροτάτου γε μορίου χάριν τὸ ὅλον γεγένηται, ἀλλὰ τὰ μόρια ξυμπληροῖ τὴν τοῦ παντὸς ἁρμονίαν· οὐδὲ διὰ μίαν δακτύλου ἑνὸς σκυταλίδα ὅλον διεπλάσθη τὸ σῶμα, ἀλλὰ διὰ τὸ σῶμα καὶ οἱ δάκτυλοι καὶ αἱ τούτων ξυνηρμόσθησαν σκυταλίδες.