Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.50
Not analysed yet
Ἐξήρτησε δὲ τῆς πενίας διὰ τῆς χρείας τοὺς ἐπὶ πλούτῳ βρενθυομένους τῶν ὅλων ὁ πρύτανις. Δέονται γὰρ οὐκ ἀρτοποιῶν οὐδὲ ὀψοποιῶν μόνον καὶ οἰνοχόων, ἀλλὰ καὶ οἰκοδόμων καὶ γεωργῶν καὶ ταλασιουργῶν καὶ σκυτέων, οἱ δέ γε φιλότιμοι καὶ ζωγράφων καὶ πλαστουργῶν καὶ τῶν ἄλλων, οἳ περιφανεστέρας ἀποφαίνουσι τῶν πλουτούντων τὰς οἰκίας· δέονται δ' αὖ πάλιν καὶ οἱ χειρώνακτες τῶν εὐπόρων καὶ χρήματα χορηγούντων καὶ ὠνουμένων τὰ παρ' ἐκείνων δημιουργούμενα.