Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.49
Not analysed yet
Ἐπειδὴ τοίνυν θνητὴ μὲν γέγονε τῶν ἀνθρώπων ἡ φύσις, θνητὴ δὲ οὖσα πολλῶν ἐστιν ἐνδεής, καὶ γεωργίας καὶ φυτουργίας καὶ ναυτιλίας, καὶ μέντοι καὶ οἰκοδομικῆς καὶ χαλκευτικῆς καὶ ὑφαντικῆς καὶ σκυτοτομικῆς καὶ ναυπηγικῆς τέχνης καὶ τῶν ἄλλων ὅσαι ξυνεργοῦσι πρὸς τὴν ἀναγκαίαν τοῦ σώματος θεραπείαν, μάλα γε εἰκότως ὁ τοῦ παντὸς κηδεμὼν τοῖς μὲν πενίαν, τοῖς δὲ ξυνεκλήρωσε πλοῦτον, ἵνα οἱ μὲν τὰς ὕλας παρέχωσιν, οἱ δὲ τὰς χεῖρας ἠσκημένας πρὸς τὰς τέχνας.