Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.54
Not analysed yet
Τίς γὰρ ἠνέσχετο ἄν, ἰσοτιμίας πάντων μετειληχότων, τὸν ὑπὲρ τῆς τοῦ πέλας θεραπείας ἀναδέξασθαι πόνον ἢ ἀρόσαι γῆν καὶ σπεῖραι καὶ τοὺς ἀστάχυας ἀμῆσαι ἢ φυτεῦσαι καὶ τρυγῆσαι καὶ ἀποθλίψαι οἴνου καὶ ἐλαίας καρπόν; Ἄλλῳ δὲ διακονεῖν ἄλλον τῆς ὁμοτιμίας οὐ ξυγχωρούσης, πῶς ἂν ἤρκεσεν ἕκαστος, βουκόλος ὁμοῦ καὶ αἰπόλος καὶ προβατεὺς καὶ συβώτης γινόμενος, καὶ μέντοι καὶ ὑφάντης καὶ σκυτοτόμος, καὶ οἰκοδόμος καὶ χαλκοτύπος, καὶ ἀρτοποιὸς καὶ ὀψοποιός, καὶ γεωργὸς καὶ φυτουργός, καὶ ναυπηγὸς καὶ ναύτης καὶ κυβερνήτης; τούτων γὰρ ἁπάντων καὶ ἑτέρων γε πολλαπλασιόνων ἕκαστος ἐνδεής.