Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.55
Not analysed yet
Τί δήποτε τοίνυν οὐχ ὑμνεῖτε τὴν ἀρίστην διανομήν, ἀλλ' ὑμεῖς μάλιστα χαλεπαίνετε, οἱ θεραπαινῶν καὶ οἰκετῶν, καὶ μέντοι καὶ γεωργῶν ἀπολαύοντες ὅτι μάλιστα πλείστων; Ὁ μὲν γὰρ γεωργὸς στέργει τὴν τάξιν ἣν ἔλαχε καὶ ὁ οἰκέτης ὡσαύτως καὶ μέντοι καὶ ὁ χειροτέχνης ἀγαπᾷ τὴν τέχνην καὶ τοὺς πόνους οἷς ξυγκεκλήρωται, ὑμεῖς δὲ τρυφῶντες καὶ ὑπερμαζῶντες καὶ διὰ τῆς ἑτέρων διακονίας παντοδαπῆς χλιδῆς ἀπολαύοντες, λόγοις βλασφήμοις τὸν τούτων κατατοξεύετε χορηγόν·