Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.57
Not analysed yet
Ἀλλ' ὁ Πλάτων τἀναντία διδάσκει, ὡς «ἀρετὴ ἀδέσποτον, ἣν τιμῶν τις καὶ ἀτιμάζων πλέον ἢ ἔλαττον ἕξει». Καὶ πάλιν· «Αἰτία ἑλομένου, θεὸς ἀναίτιος· κακῶν γὰρ ὁ θεὸς οὔποτε αἴτιος.» Καὶ ἐν αὐτοῖς δὲ τοῖς χαλεποῖς κινδύνοις τὸν Σωκράτην δείκνυσιν ὁ Πλάτων φιλοσοφοῦντα καὶ προνοίας πέρι καὶ τοῦ μὴ δεδιέναι θάνατον· καὶ ταῦτα γὰρ ἐν τῇ Ἀπολογίᾳ τέθεικεν· «Ἀλλὰ καὶ ὑμᾶς χρή, ὦ ἄνδρες δικασταί, εὐέλπιδας εἶναι πρὸς θάνατον καὶ ἕν τι τοῦτο διανοεῖσθαι ἀληθές, ὅτι οὐκ ἔστιν ἀνδρὶ ἀγαθῷ κακὸν οὐδέν, οὔτε ζῶντι οὔτε τελευτήσαντι, οὐδὲ ἀμελεῖται ὑπὸ θεῶν τὰ τούτου πράγματα.»