Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.56
Not analysed yet
τούτους δὲ τοὺς λόγους ὠδίνετε, ἀκρασίᾳ μὲν δουλεύειν αἱρούμενοι, πρόφασιν δὲ ἀπολογίας εὑρίσκειν ἡγούμενοι, πρῶτον μὲν τὸ μὴ τῇ θείᾳ προνοίᾳ κινεῖσθαι τῶν ὅλων τοὺς οἴακας, ἔπειτα δὲ τὸ νομίζειν ὑπὸ τὴν τῆς εἱμαρμένης ἀνάγκην οὐ μόνον τὸ σῶμα καὶ τὰ περὶ τοῦτο τελεῖν, ἀλλὰ καὶ αὐτὴν τὴν αἵρεσιν τῆς ψυχῆς.