Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.59
Not analysed yet
περιφανὴς δὲ καὶ οὗτος ἐν φιλοσόφοις ξυγγράμμασι—τόδε τὸ προοίμιον τοῖς περὶ προνοίας ἐντέθεικε λόγοις· «Τὸ μὲν τῷ αὐτομάτῳ καὶ τύχῃ διδόναι τοῦδε τοῦ παντὸς τὴν αἰτίαν καὶ ξύστασιν ὡς ἄλογον καὶ ἀνδρὸς οὔτε νοῦν οὔτε αἴσθησιν κεκτημένου, δῆλόν που καὶ πρὸ ἔργου καὶ πολλοὶ καὶ ἱκανοὶ πρὸ τούτου καταβέβληνται δεικνύντες λόγοι.» Εἶτα πολλοὺς τοιούτους ἀνελίξας λόγους ἐπήγαγεν· «Οὕτω δὴ ἐξ ἑνὸς νοῦ καὶ τοῦ ἀπ' αὐτοῦ λόγου ἀνέστη τόδε τὸ πᾶν καὶ διέστη.»