Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.60
Not analysed yet
Ταῦτα δὲ καὶ οὗτος ἐκ τῶν ἱερῶν λογίων σεσύληκεν. Ἤκουσε γὰρ πάντως τῆς τῶν θείων εὐαγγελίων διδασκούσης θεολογίας, ὡς «διὰ τοῦ λόγου πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Παμπόλλοις γὰρ ἔτεσιν οὗτός γε τῶν ἀποστόλων νεώτερος. Ἐκεῖνοι μὲν γὰρ ἐπὶ Τιβερίου Καίσαρος τῶν σωτηρίων ἥψαντο κηρυγμάτων, Τιβέριον δὲ διεδέξατο Γάϊος, ἐκεῖνον δὲ Κλαύδιος, εἶτα Νέρων καὶ Οὐεσπασιανὸς καὶ Τίτος καὶ Δομετιανὸς καὶ Νερούας καὶ Τραϊανὸς καὶ Ἀδριανὸς καὶ Ἀντωνῖνος ὁ πρῶτος καὶ Οὔηρος καὶ Κόμοδος· ἐπὶ τούτου δὲ Ἀμμώνιος ὁ ἐπίκλην Σακκᾶς, τοὺς σάκκους καταλιπών, οἷς μετέφερε τοὺς πυρούς, τὸν φιλόσοφον ἠσπάσατο βίον. Τούτῳ φοιτῆσαί φασιν Ὠριγένην τὸν ἡμέτερον, τῷ δὲ Πλωτῖνον τουτονί· τῆς δὲ Πλωτίνου διδασκαλίας τετύχηκεν ὁ Πορφύριος.