Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.81
Not analysed yet
Εἰ δὲ ταῦτα μὲν θαυμάζετε καὶ Θεῷ γε πρόσφορά φατε εἶναι, ἀνάρμοστον δὲ τῆς οἰκονομίας καλεῖτε τὸν τρόπον, πρῶτον μὲν πάντολμόν τε καὶ μανικὸν τὸ τῆς τὰ πάντα τεκτηναμένης σοφίας σοφωτέρους ἑαυτοὺς ἀποφαίνειν καὶ μὴ στέργειν τὰ ὑπ' ἐκείνης γινόμενα, ἀλλ' ὑπολαμβάνειν ἄμεινον ἐκείνης τὸ πρακτέον εὑρίσκειν. Ἐγὼ δὲ καὶ τοῦτο εὖ οἶδα, ὡς εἰ καὶ ἕτερον ἐμηχανήσατο θεραπείας τρόπον, κἀκείνῳ ἐνεμεσᾶτε ἂν δήπουθεν· δυσάρεστοι γὰρ ὑμεῖς καὶ σκώπτειν μόνον εἰδότες τὰ τῆς θείας οἰκονομίας μυστήρια.