Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.82
Not analysed yet
Ἐπειδὴ δὲ τῆς σοφίας τὴν ἄβυσσον νικᾶν ταῖς ἐπινοίαις νεανιεύεσθε, δείξατε δὴ ὑμεῖς τῆς ἡμετέρας σωτηρίας ἀμείνονα μηχανήν. Ἀλλ' οὐκ ἂν ἐπιδεῖξαι δυνήσαισθε. Τοσαύτῃ γὰρ ἐχρήσατο φιλανθρωπίας ὑπερβολῇ, ὡς ἀπιστεῖσθαι παρ' ὑμῶν καὶ τῶν παραπλησίων ὑμῖν, ὅτι δὴ ὁ μονογενὴς τοῦ Θεοῦ υἱός, ὁ πρὸ τῶν αἰώνων Θεὸς Λόγος, ὁ τῶν ὅλων δημιουργός, τὴν ἀνθρωπείαν φύσιν λαβὼν ἐνηνθρώπησε καὶ τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν.