Ancient Greek
6.83 to 6.86
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.83-86
Not analysed yet
Καίτοι καὶ τοὺς ἰατροὺς ἐκείνους θαυμάζετε, οἳ οὐκ ἄλλοις προσφέρειν τὴν θεραπείαν κελεύουσιν, ἀλλ' αὐτοὶ τῆς ἀμπεχόνης γυμνούμενοι καὶ τὸν χιτωνίσκον διαζωσάμενοι τὸν σίδηρον μεταχειρίζουσι καὶ τὴν τομὴν ἐπιφέρουσι καὶ δυσοσμίας ἀνέχονται καὶ τοῦ ἰχῶρος δέχονται τὰς ῥανίδας καὶ καταιονῶσι τῇ σπογγιᾷ καὶ τὰ φάρμακα ἐπιπάττουσι καὶ τἄλλα δρῶσιν, ὅσα τῆς ἰατρικῆς τέχνης ὁ νόμος διαγορεύει. Καὶ μέντοι καὶ τοὺς βασιλέας ἐκείνους θαυμάζειν τε καὶ εὐφημεῖν φίλον ὑμῖν, οὐ τοὺς ἐν τοῖς βασιλικοῖς τρεφομένους θαλάμοις καὶ χλιδῆς παντοίας ἀπολαύοντας, ἀλλὰ τοὺς προκινδυνεύειν τῶν ὑπηκόων ἀνεχομένους καὶ στρατιωτικὴν περιβαλλομένους σκευὴν καὶ πρὸ τῆς φάλαγγος ἀριστεύοντας. Εἰ δέ φατε· τί δήποτε μὴ πάλαι τοῦτο δέδρακε τῶν ὅλων ὁ ποιητής; ἐπιμέμψασθε καὶ τοῖς ἰατροῖς, ὅτι ἔσχατα φυλάττουσι τῶν φαρμάκων τὰ ἰσχυρότερα· τοῖς γὰρ ἠπίοις πρότερον κεχρημέ- νοι, τὰ δυνατώτατα προσφέρουσιν ὕστατα. Τοῦτο δὴ καὶ ὁ πάνσοφος πεποίηκε τῶν ἡμετέρων ψυχῶν ἰατρός. Πολλὰ γὰρ δὴ καὶ διάφορα προσενεγκὼν φάρμακα, διὰ μὲν τῆς κτίσεως καὶ τῆς φύσεως πᾶσιν ἀνθρώποις, διὰ δὲ νόμου καὶ προφητῶν Ἑβραίοις, ὕστερον τὸ παναλκὲς τοῦτο καὶ σωτήριον προσενήνοχε φάρμακον καὶ τὴν νόσον ἐξήλασεν.