Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.91
Not analysed yet
Εἰ δὲ οὐκ ἀξιόχρεως ὑμῖν εἰς μαρτυρίαν τῆς τραγῳδίας ὁ ποιητής, Ὑπερίδου τοῦ ῥήτορος ἐπακούσατε λέγοντος· «Ἃ δ' ἐστὶν ἀφανῆ, ἀνάγκη τοὺς διδάσκοντας τεκμηρίοις καὶ τοῖς εἰκόσι ζητεῖν.» Καὶ Ἰσοκράτης δέ—τῶν ἐνδόξων δὲ καὶ οὗτος ὁ ῥήτωρ —ξύμφωνα περὶ τούτου γέγραφεν· «Δεῖ» γάρ φησι «τὰ μέλλοντα τοῖς προγεγενημένοις τεκμαίρεσθαι». Ἀλλὰ γὰρ καὶ Ἀνδοκίδης, εἷς δὲ τῶν δέκα καὶ οὗτος· «Χρή» φησι «τεκμηρίοις κεχρῆσθαι τοῖς προγεγενημένοις περὶ τῶν μελλόντων.»