Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.92
Not analysed yet
Ἐπειδὴ γὰρ τῆς τῶν λόγων εὐεπείας ἐξήρτησθε, ἐντεῦθεν ὑμῖν τὰς ἀποδείξεις προσενηνόχαμεν, ἵνα καὶ δι' ἐκείνων ποδηγηθέντες πρὸς τὴν ἀλήθειαν καὶ διὰ τῶν πραγμάτων κηρυττομένην ὁρῶντες τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, καὶ τὸν περὶ τῆς οἰκονομίας ἀσπάσησθε λόγον καὶ τῆς ἀξιεράστου καὶ τριποθήτου μὴ διαμάρτητε σωτηρίας.