Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.15
Not analysed yet
Οὕτως αὐτοῖς ἥδιστος ἦν ὁ καπνὸς καὶ τῆς κνίσης ἡ δυσοσμία, καὶ ἀτεχνῶς τοῖς μαγείροις ἐῴκεσαν. Ἀλλὰ γὰρ οὐκ ὀρθῶς αὐτοὺς τοῖς ὀψοποιοῖς ἀπεικάσαμεν. Οὗτοι μὲν γὰρ τῶν ἄριστα ἐσκευασμένων καὶ ὀσφραίνονται καὶ ἀπογεύονται ὄψων, ἐκεῖνοι δὲ ὀστῶν ἐμπιπραμένων τὴν δυσοσμίαν ἐδέχοντο. Καὶ ἡμῶν μὲν ἕκαστος, εἰ βραχύ τι τούτων εἰς ἐσχάραν ἐμπέσοι, δυσχεραίνει καὶ τὰς ῥῖνας ἐμφράττει καὶ τὴν δυσώδη ὀδμὴν ἀποπέμπεται· οἱ δέ, τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος ἀπολαύοντες, τῆς τῶν καιομένων ὀστῶν δυσοσμίας ἐξήρτηντο.