Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.14
Not analysed yet
Σφόδρα γὰρ αὐτοὺς χαίρειν οἱ ποιηταί φασι τῇ λοιβῇ καὶ τῇ κνίσῃ καὶ τοῦτο ἔχειν γέρας αὐτοὺς εἰρηκέναι λέγουσι· διά τοι τοῦτο καὶ πρὸς τὰς τῶν Αἰθιόπων θυσίας ἀποδημεῖν καὶ τὸν Ἕκτορα πάσης ἀξιοῦν τημελείας, ὅτι δὴ οὔποτε αὐτῶν τὸν βωμὸν ἐνδεᾶ θυσίας κατέλιπεν. Καὶ ὁ Χρύσης δὲ τὸν Ἀπόλλω οὐ δικαιοσύνης καὶ σωφροσύνης, ἀλλὰ τῶν πιόνων ἀναμιμνήσκει μηρῶν καὶ τῶν αἰγῶν καὶ τῶν ταύρων καὶ τῶν στεμμάτων, οἷς που τὸν νεὼν κατεκόσμησεν.