Ancient Greek
7.17 to 7.20
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.17-20
Not analysed yet
Ἵνα τοίνυν μὴ δυσχεραίνωσιν, ὡς τῶν ἐθῶν ἐκείνων πάμπαν κεκωλυμένοι, τὸ μὲν τοῖς οὐκ οὖσι θεοῖς ἀπηγόρευσε θύειν, αὐτῷ δὲ θύειν ἐνομοθέτησε τὰ πρώην παρ' αὐτῶν προσκυνούμενα, ἐκ μὲν τῶν χερσαίων τὴν αἶγα καὶ τὸν βοῦν καὶ τὸ πρόβατον, ἐκ δὲ τῶν πτηνῶν τὴν τρυγόνα καὶ τὴν περιστεράν· ἥμερα δὲ δήπου καὶ φιλάνθρωπα καὶ ταῦτα κἀκεῖνα τὰ ζῷα. Τόδε τὸ φάρμακον ὁ πάνσοφος ἰατρὸς τῇ Αἰγυπτίᾳ προσενήνοχε νόσῳ, θύειν μὲν διὰ τὴν τῶν θυόντων ἀσθένειαν ξυγχωρήσας, τὰ δὲ σεβόμενα παρ' αὐτῶν ἱερατεύειν κελεύσας, ἵνα τῷ θύειν μάθωσι μὴ θεοὺς νομίζειν τὰ ὡς ἱερεῖα θυόμενα. Διά τοι τοῦτο καὶ χοιρείων αὐτοὺς μεταλαγχάνειν κρεῶν διεκώλυσεν, ἐπειδὴ τούτων μόνων Αἰγύπτιοι μετελάμβανον, τῶν ἄλλων ὡς θεῶν ἀπεχόμενοι. Ἀκάθαρτα γὰρ νομίζειν ταῦτα νομοθετήσας, ἐσθίειν ἐκέλευσε τὰ θεοποιούμενα, ἵνα εὐκαταφρόνητα φαίνηται ὡς παρ' αὐτῶν ἐσθιόμενα καὶ μὴ τὸ θεῖον σφετερίζηται σέβας. Δεισιδαίμονας γὰρ αὐτοὺς καὶ γαστριμάργους εἰδώς, πάθει πάθος ἀντέταξε καὶ τῇ δεισιδαιμονίᾳ τὴν γαστριμαργίαν ἀντέστησεν. Τῶν γάρ τοι ὑείων ὡς ἀκαθάρτων κελεύσας ἀπέχεσθαι, τῶν δέ γε ἄλλων ὡς καθαρῶν ἀπολαύειν νομοθετήσας, τῇ τῆς κρεηφαγίας ἐπιθυμίᾳ τῶν θεῶν νομιζομένων μεταλαβεῖν κατηνάγκαζεν.