Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.21
Not analysed yet
Οὐ τοίνυν ἱερείων δεόμενος οὐδὲ κνίσης ὀριγνώμενος, θύειν προσέταξεν ὁ Θεός, ἀλλὰ τῶν ἀρρωστούντων θεραπεύων τὰ πάθη. Οὕτω δὴ καὶ τὰ τῶν εὐήχων ὀργάνων ἠνέσχετο, οὐ τῇ τούτων ἁρμονίᾳ τερπόμενος, ἀλλὰ κατὰ βραχὺ παύων τῶν εἰδώλων τὸν πλάνον. Εἰ γὰρ εὐθὺς τῆς Αἰγυπτίων ξυνουσίας ἀπαλλαγεῖσι τοὺς τελείους προσενηνόχει νόμους, πάντως ἂν ἀπεσκίρτησαν καὶ τὸν χαλινὸν ἀπωσάμενοι πρὸς τὸν πρότερον ἐπαλινδρόμησαν ὄλεθρον. Εἰ γὰρ καὶ τούτων οὕτω πρυτανευθέντων, ἐπειράθησαν τοῦτο δρᾶσαι πολλάκις, τί οὐκ ἂν ἐτόλμησαν, εἰ τὴν εὐαγγελικὴν αὐτοῖς εὐθὺς ἐξ ἀρχῆς φιλοσοφίαν ἐνομοθέτησεν; Ὅτι δὲ καὶ θυσιῶν καὶ μουσικῶν ὀργάνων ἀνενδεὴς ὁ Θεός, ἀκούσατε αὐτοῦ διὰ τῶν προφητῶν λέγοντος· «