Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.22
Not analysed yet
Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ· καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν.» Ἐν γὰρ δὴ τούτοις πάντα τὰ νενομοθετημένα προσφέρειν ἐξέβαλεν, οὐ τὰ χερσαῖα μόνον ζῷα καὶ τὰ πτηνά, ἀλλὰ καὶ τὸν ἀποθλιβόμενον οἶνον καὶ τὸ μετὰ σεμιδάλεως καὶ ποπάνων προσφερόμενον ἔλαιον.