Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.25
Not analysed yet
Ἀρκεῖ γὰρ αὐτῷ λόγος εὔλογός τε καὶ πρόσφορος ὑπὲρ πάντα τὰ ποίμνια καὶ αἰπόλια καὶ βουκόλια· καὶ τοῦτον δεχόμενος ἀμείβεται τοὺς προσφέροντας, ἐπικουρίαν ὀρέγων καὶ εἰς καιρὸν ἐπαμύνων καὶ τῶν λωβᾶσθαι πειρωμένων ἐλευθερῶν. Ταὐτὸ δὴ τοῦτο κἀν τῷ τέλει τῆς μελῳδίας προστέθεικεν· «Θυσία αἰνέσεως δοξάσει με· καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτῷ τὸ σωτήριον τοῦ Θεοῦ.»