Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.26
Not analysed yet
Οὐ γὰρ ἀπόχρη τὸ μόνον τὸν εὐεργέτην ὑμνεῖν· προσήκει γὰρ καὶ τὴν ὁδὸν ἐκείνην ὁδεύειν, ἧς τὸ τέλος ἀληθῶς σωτηρία. Τοῦτο κἀν ἑτέρῳ ψαλμῷ πρὸς τὸν Θεὸν εἶπεν ὁ προφήτης· «Θυσίαν» γὰρ ἔφη «καὶ προσφορὰν οὐκ ἠθέλησας· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας.» Κἀν ἄλλῃ δὲ μελῳδίᾳ τοῦτο παραδέδωκεν· «Αἰνέσω» γὰρ εἶπε «τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς· μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει· καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.»