Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.4
Not analysed yet
Ἐπειδὴ γὰρ πλημμελοῦντες οἱ ἄνθρωποι δάκνονται —κεντεῖ γὰρ αὐτοὺς ὁ λογισμὸς ἔνδοθεν καὶ οὐκ ἐᾷ τῆς ἁμαρτίας ἀκραιφνῆ μεῖναι τὴν ἡδονήν, ἀλλ' ὀδύνῃ ταύτην πικροτάτῃ κεράννυσι· καὶ τοῦτο ἴδοι τις ἂν πάσχοντα καὶ τὸν νεκροσυλίαν καὶ τὸν μοιχείαν τολμῶντα, καὶ μέντοι καὶ τοιχωρύχον καὶ λωποδύτην καὶ τὸν προδότην καὶ τὸν ἄλλο τι τῶν ἀπειρημένων δρῶντα, —τοιόνδε φάρμακον αὐτοῖς ἀναλγησίας ὁ τῆς κακίας ἐμηχανήσατο σοφιστής.