Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.5
Not analysed yet
Περὶ γὰρ δὴ τῶν καλουμένων θεῶν πονηρὰς αὐτοὺς ἐξεπαίδευσε δόξας· ἀκολάστους γὰρ αὐτοὺς ἀπέφηνε καὶ λαγνιστάτους καὶ παιδοπίπας καὶ γάμων ἐπιβούλους καὶ πατραλοίας καὶ μητραλοίας καὶ μητράσι καὶ ἀδελφαῖς, καὶ μέντοι καὶ θυγατράσιν ἀνέδην μιγνυμένους καὶ τὰς εὐνὰς τὰς ἀλλήλων λῃστεύοντας καὶ ἁλισκομένους, καὶ παρὰ μὲν τῶν ἠδικημένων δεσμουμένους, παρὰ δὲ τῶν ἄλλων ἀνέδην γελωμένους, καὶ ταῦτα παρὰ μὲν τῶν οὐρανίων, ὡς αὐτοὶ λέγουσιν, ἐν οὐρανῷ τολμᾶσθαι καὶ γῇ, παρὰ δὲ τῶν ἐναλίων ἐν θαλάττῃ καὶ γῇ, παρὰ δὲ τῶν καλουμένων νυμφῶν ἐν ὄρεσι καὶ νάπαις καὶ φάραγξιν.