Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.41
Not analysed yet
Εἶτα δείκνυσι, τίνα θύειν προσήκει, καί φησιν· «Καὶ μὴν θύειν δεῖ ἐκεῖνα, ἃ θύοντες οὐδένα πημανοῦμεν· οὐδὲν γὰρ ὡς τὸ θύειν ἀβλαβὲς εἶναι χρὴ πᾶσιν.» Καὶ αὖ πάλιν· «Ἀφεκτέον ἄρα τῶν ζῴων ἐν ταῖς θυσίαις.» Ἀναμιμνήσκει δὲ καὶ τῶν πάλαι τολμηθεισῶν ἀνδροφονιῶν· «Ἐθύετο γάρ» φησιν «ἐν Ῥόδῳ μηνὶ Μεταγειτνιῶνι ἕκτῃ ἱσταμένου ἄνθρωπος τῷ Κρόνῳ· ὃ δὴ ἐπὶ πολὺ κρατῆσαν εἰς ἔθος μετεβλήθη. Ἕνα γὰρ τῶν ἐπὶ θανάτῳ δημοσίᾳ κατακριθέντων μέχρι τῶν Κρονίων ξυνεῖχον.»