Ancient Greek
7.35 to 7.40
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.35-40
Not analysed yet
δηλοῦντα σαφῶς, ὡς οὐ δεόμενος θυσιῶν ὁ Θεὸς οὐδὲ καπνῷ καὶ κνίσῃ καὶ τοῖς μουσικοῖς ὀργάνοις ἐπιτερπόμενος ταῦτα τελεῖσθαι προσέταξεν, ἀλλὰ τῆς ἐκείνων προμηθούμενος ἰατρείας. Μὴ τοίνυν τῆς τῶν ὑμετέρων θυμάτων κατηγορίας ἀπολογίαν τὴν ἀντικατηγορίαν ἔχειν νομίζετε. Δῆλον γάρ τοι τὸν τοῦ νόμου σκοπὸν διὰ τῶν προφητῶν ὁ νομοθέτης πεποίηκεν. Τούτοις ἀκριβῶς ἐντυχὼν ὁ Πορφύριος—μάλα γὰρ αὐτοῖς ἐνδιέτριψε, τὴν καθ' ἡμῶν τυρεύων γραφήν—, καὶ ἀλλότριον εὐσεβείας καὶ αὐτὸς ἀποφαίνει τὸ θύειν, παραπλήσιόν τι τοῖς πιθήκοις καὶ δρῶν καὶ πάσχων. Καθάπερ γὰρ ἐκεῖνοι μιμοῦνται μὲν τὰ τῶν ἀνθρώπων ἐπιτηδεύματα, εἰς δέ γε τὴν τῶν ἀνθρώπων οὐ μεταβάλλονται φύσιν, ἀλλὰ μένουσι πίθηκοι, οὕτως οὗτος τὰ θεῖα λόγια κεκλοφὼς καὶ ἐνίων τὴν διάνοιαν τοῖς ξυγγράμμασιν ἐντεθεικὼς τοῖς οἰκείοις, μεταμαθεῖν οὐκ ἠθέλησε τὴν ἀλήθειαν, ἀλλὰ μεμένηκε πίθηκος, μᾶλλον δὲ κολοιός, ἀλλοτρίοις πτίλοις καλλυνόμενος. Οὗτος περὶ τοῦ δεῖν ἐμψύχων ἀπέχεσθαι πολλοὺς λόγους ξυγγεγραφώς, εἰσήγαγε τὸν Θεόφραστον λέγοντα, ὅτι οἱ πάλαι ἄνθρωποι οὔτε λιβανωτὸν οὔτε ἄλλο θῦμα προσέφερον, «ἀλλὰ χλόης οἷόν τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀράμενοι κατέκαον», ταύτῃ τοὺς φαινομένους οὐρανίους θεοὺς τῇ θυσίᾳ δεξιούμενοι. Εἶτα πολλὰ ἄττα τοιαῦτα διεξελθών, ἐπήγαγεν· «Πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς ἀνθρώποις προϊουσῶν παρανομίας, ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης, ὡς δοκεῖν τὰς πρότερον λεχθείσας καθ' ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀνθρώπων καὶ τοὺς βωμοὺς αἱμαξάντων.» Εἶτα πολλοὺς λόγους διεξελθών, ἔφη μὴ χρῆναι θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας· εἶναι γὰρ ἀδικώτατον τὸ ζῳοθυτεῖν καὶ ἀνόσιον καὶ μυσαρὸν καὶ βλαβερὸν καὶ διὰ τοῦτο μηδὲ θεοῖς προσφιλές. Προστέθεικε δὲ καὶ ταῦτα· «Εἰκότως ὁ Θεόφραστος ἀπαγορεύει μὴ θύειν τὰ ἔμψυχα τοὺς τῷ ὄντι εὐσεβεῖν ἐθέλοντας, χρώμενος καὶ τοιαύταις ἄλλαις αἰτίαις.»