Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.44
Not analysed yet
Καὶ ῥᾴδιον ἐντυχεῖν τῷ βουλομένῳ ταῖς παλαιαῖς ἱστορίαις καὶ γνῶναι, ὡς τῶν καλουμένων θεῶν ταῦτα κελευόντων ἐθύετο. Ὁ δέ γε ποιητὴς καὶ δεσπότης πανταχῇ τῆς τοιαύτης παρανομίας κατηγορεῖ, καὶ διὰ τοῦ Δαυὶδ μὲν βοᾷ· «Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν», διὰ δὲ τοῦ προφήτου Ἰεζεκιὴλ πάλιν ἐπιμεμφόμενος λέγει· «Καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, ἃς ἐγέννησάς μοι, καὶ προσήγαγες αὐτοὺς τοῖς ἐρασταῖς σου. Τοῦτο ὑπὲρ πᾶσαν τὴν πορνείαν σου.»