Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.45
Not analysed yet
Ταῦτα μὲν οὖν πάλαι παρ' Ἑλλήνων καὶ Ῥωμαίων καὶ Αἰγυπτίων, καὶ μέντοι καὶ Ἑβραίων καὶ τῶν ἄλλων ἐτολμᾶτο βαρβάρων· μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ἐκεῖνα μὲν ἔσβεσται ἅπαντα, οἱ δὲ θεῖοι τῶν εὐαγγελίων πολιτεύονται νόμοι.