Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.49
Not analysed yet
Ταῦτα δὴ οὖν καὶ παρὰ τῶν ὑμετέρων διδασκάλων μεμαθηκότες καὶ παρὰ τῶν θείων λογίων, παρ' ὧν ταῦτα σεσύληται, τὴν διδασκαλίαν κρατύναντες, τὰ μὲν ὀψοποιοῖς καὶ κρεοπώλαις ἁρμόττοντα μισήσατε θύματα, τὴν δὲ τῆς αἰνέσεως θυσίαν τῷ ποιητῇ προσενέγκατε. Πειθέτω δὲ ὑμᾶς τοῦτο ποιεῖν, μὴ τῶν βασιλευόντων οἱ νόμοι μηδὲ τῆς τιμωρίας τὸ δέος, ἀλλὰ τῆς ἀληθείας τὸ κράτος, ὃ πάσῃ γῇ καὶ θαλάττῃ γεγένηται γνώριμον.