Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.48
Not analysed yet
Αὐτοῦ γὰρ δὴ καὶ ταῦτα, εἴπερ δὴ ἄρα ὁ Πλάτων τὰ ἐκείνου ξυνέγραψε δόγματα· «Οὐ γὰρ χρείας ἕνεκα ὁ θεὸς πεποίηκε τὸν κόσμον, ἵνα τιμάς τε πρὸς ἀνθρώπων καὶ πρὸς θεῶν ἄλλων καὶ δαιμόνων καρποῖτο, οἷον πρόσοδόν τινα ἀπὸ τῆς γενέσεως ἀρνύμενος, παρὰ μὲν ἡμῶν καπνούς, παρὰ δὲ θεῶν καὶ δαιμόνων οἰκείας λειτουργίας.» Ἄντικρυς δὲ διὰ τούτων δεδήλωκεν, ὡς οὐδενὸς μὲν δεῖται τὸ θεῖον, καπνοῦ δὲ πλέον οὐδὲν ἔχουσιν αἱ τοιαῦται θυσίαι, καὶ καπνοῦ δυσοσμίας μεστοῦ.