Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.7
Not analysed yet
Τοὺς γάρ τοι ζωγράφους καὶ χαλκοτύπους καὶ τοὺς τῶν λιθίνων καὶ ξυλίνων ἀγαλμάτων δημιουργοὺς τοιαύτας τῶν καλουμένων θεῶν γράφειν καὶ γλύφειν καὶ διαπλάττειν εἰκόνας ἐδίδαξεν, ὁποίας οἱ μυθολόγοι τοῖς λόγοις διέγραψαν, ἵνα ἔχωσιν ἀκολασίας ἀρχέτυπα καὶ τῆς ἐπαράτου διδασκαλίας μὴ διαμάρτωσιν οἱ λόγων μεταλαχεῖν οὐ δυνάμενοι· καὶ τῶνδε τῶν ἰνδαλμάτων οὐ μόνον τὰ τούτων τεμένη πεπλήρωκεν, ἀλλὰ καὶ τὰς ἀγορὰς καὶ τὰς ἀγυιάς, καὶ μέντοι καὶ τῶν εὐπόρων τὰς οἰκίας.