Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.6
Not analysed yet
Τούτους δὲ τοὺς αἰσχροτάτους καὶ βδελυρωτάτους μύθους οὐ μόνον ποιηταῖς, ἀλλὰ καὶ θεολόγοις καὶ φιλοσόφοις ἐνήχησε, ποικίλως μάλα κατασκευάζων τὸν πλάνον καὶ πλείοσι τῆς ἐξαπάτης χρώμενος διδασκάλοις. Ἐπειδὴ δὲ οὐχ ἅπαντές εἰσι γραμμάτων ἐπιστήμονες οὐδέ γε ποιητικῶν καὶ φιλοσόφων λόγων μεταλαχεῖν ἱκανοί, ἕτερα ἄττα τοῖς ταῦτα μαθεῖν οὐ δυναμένοις κατεσκεύασε θήρατρα.