Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.9
Not analysed yet
Καὶ τί δεῖ λέγειν τοῦ Πυθίου τὸν ἔρωτα καὶ τῆς παρθένου τὴν σωφροσύνην καὶ τὴν τοῦ φυτοῦ λυσσώδη περιπλοκὴν καὶ τὴν τῆς Κόρης ὑπὸ τοῦ Πλούτωνος ἁρπαγὴν καὶ τῆς Δηοῦς τὸν πλάνον; ταῦτα γὰρ ἅπαντα καὶ ποιηταὶ μυθολογοῦσι καὶ θεολόγοι κρατύνουσι καὶ φιλόσοφοι σεμνολογοῦσι καὶ σεμνότητα μὲν αὐτοῖς τινα περιτιθέναι φιλονεικοῦσι, καταγελαστοτέραν δὲ τῶν μύθων ἀλληγορίαν προσφέρουσιν. Τούτοις καὶ ἑορτὰς καὶ πανηγύρεις καὶ δημοθοινίας ἐπιτελεῖν ὁ τῶν ἀνθρώπων ἀλάστωρ ἐνομοθέτησε·