Ancient Greek
Book 7
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 7.10
Not analysed yet
Πάνδια μὲν τῷ Διῒ καὶ Διάσια, καὶ Ἥραια τῇ Ἥρᾳ, καὶ τῇ Ἀθηνᾷ Παναθήναια, καὶ Διονύσῳ Διονύσια, καὶ Ἐλευσίνια καὶ Θεσμοφόρια τῇ Δηοῖ, καὶ Δήλια καὶ Πύθια τῷ Ἀπόλλωνι· καὶ τοῖς ἄλλοις δὲ ἅπασι—πολὺς γὰρ ὁ τούτων ὅμιλος—ἀπεκλήρωσε πανηγύρεις, ἑκάστῳ τῶν δαιμόνων ἐκ τῆς προσηγορίας ὀνομάσας τὴν ἑορτήν, Ἕρμαια καὶ Κρόνια καὶ Ποσειδώνια καὶ Ἡράκλεια καὶ Ἀσκλήπια καὶ Ἀνάκια. Οὐ γάρ τοι μόνον τοῖς καλουμένοις θεοῖς, ἀλλὰ καὶ ἀνθρώποις τόδε τὸ σέβας ἀπένειμαν.