Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.11
Not analysed yet
Καὶ μερισθέντος τοῦ σώματος, ἀμέριστος ἡ χάρις μεμένηκεν, καὶ τὸ σμικρὸν ἐκεῖνο καὶ βραχύτατον λείψανον τὴν ἴσην ἔχει δύναμιν τῷ μηδαμῇ μηδαμῶς διανεμηθέντι μάρτυρι· ἡ γὰρ ἐπανθοῦσα χάρις διανέμει τὰ δῶρα, τῇ πίστει τῶν προσιόντων τὴν φιλοτιμίαν μετροῦσα. Ὑμᾶς δὲ οὐδὲ ταῦτα πείθει τὸν τούτων ὑμνῆσαι Θεόν, ἀλλὰ γελᾶτε καὶ κωμῳδεῖτε τὸ τούτοις παρὰ πάντων προσφερόμενον γέρας καὶ μύσος ὑπολαμβάνετε τὸ πελάζειν τοῖς τάφοις.