Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.10
Not analysed yet
Τῷ τοι καὶ ἄσβεστον αὐτοῖς ὁ ἀγωνοθέτης ἐδωρήσατο κλέος καὶ μνήμην νικῶσαν τοῦ χρόνου τὴν φύσιν· μαραίνειν γὰρ δὴ οὗτος ἅπαντα πεφυκώς, τὴν τούτων ἀμάραντον διετήρησε δόξαν. Καὶ αἱ μὲν γενναῖαι τῶν νικηφόρων ψυχαὶ περιπολοῦσι τὸν οὐρανόν, τοῖς ἀσωμάτων χοροῖς ξυγχορεύουσαι· τὰ δὲ σώματα οὐχ εἷς ἑνὸς ἑκάστου κατακρύπτει τάφος, ἀλλὰ πόλεις καὶ κῶμαι ταῦτα διανειμάμεναι σωτῆρας καὶ ψυχῶν καὶ σωμάτων καὶ ἰατροὺς ὀνομάζουσι καὶ ὡς πολιούχους τιμῶσι καὶ φύλακας· καὶ χρώμενοι πρεσβευταῖς πρὸς τὸν τῶν ὅλων δεσπότην, διὰ τούτων τὰς θείας κομίζονται δωρεάς.