Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.15
Not analysed yet
Διέβη δὲ καὶ εἰς τὴν Ἀσίαν τῆς ἐξαπάτης ἡ νόσος· καὶ γὰρ καὶ ἐν Τύρῳ καὶ ἐν ἄλλαις πόλεσι παμπόλλους καὶ μεγίστους αὐτῷ σηκοὺς ᾠκοδόμησαν. Καὶ οὐ μόνον ἐτησίους ἀπένειμαν πανηγύρεις, ἀλλὰ καὶ τετραετηρικοῖς ἀγῶσιν ἐτίμησαν, καὶ ταῦτά γε ἄνδρα εἰδότες, καὶ ἄνδρα οὐ σώφρονα οὐδὲ φιλοσοφίαν ἠγαπηκότα, ἀλλ' ἀκολασίᾳ καὶ λαγνείᾳ ξυνεζηκότα.