Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.16
Not analysed yet
Ἵνα γὰρ τὴν ἄλλην αὐτοῦ πᾶσαν ἀκρασίαν παρῶ, φασὶν αὐτὸν ἐν μιᾷ νυκτὶ πεντήκοντα μιγῆναι παρθένοις, τὸν τρίτον καὶ δέκατον ἴσως ἀγωνισάμενον ἆθλον· ἀπόχρη δὲ καὶ τοῦτο δηλῶσαι πᾶσαν τὴν τοῦ βίου προαίρεσιν. Καὶ μέντοι καὶ τοῦ βίου τὸ τέλος διὰ τοιαύτην ἀκρασίαν πρὸ τῆς ὥρας ὑπέμεινεν. Ὁμόζυγα γὰρ ἔχων τὴν Δηϊάνειραν, ξυνήφθη μὲν ἄλλῃ δι' ἔρωτα, ὑπὸ δὲ τῆς προτέρας παρὰ γνώμην ἐπεβουλεύθη·