Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.17
Not analysed yet
ἐρωτικὸν γὰρ αὕτη κατασκευάσασα φάρμακον καὶ χρίσασα τοῦ ἀνδρὸς τὸν χιτῶνα, πέπομφεν ᾐτηκότι, καὶ ἤλπισέ γε ἀγρεύσειν πρὸς ἑαυτήν, διήμαρτε δὲ ὧν ἤλπισεν· ἐκθερμῆναν γὰρ ἐκεῖνο τὸ φάρμακον τοῦ Ἡρακλέους τὸ σῶμα παγχαλέπῳ περιέβαλε νόσῳ· ὁ δὲ ἀλγυνόμενος καὶ μὴ φέρων τὸ πάθος, πυρὰν νήσας καὶ ἑαυτόν γε καταθείς, τοῦ βίου τὸ τέλος ἐδέξατο ἄξιόν γε, οὐ γὰρ <ἄξια> τῆς θεοποιΐας τὰ τοῦ παρ' ὑμῶν θεοποιηθέντος ἐπιτηδεύματα. Ἀλλ' ὅμως καὶ ταῦτα εἰδότες—