Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.2
Not analysed yet
Πιστευτέον οὖν ἄρα, ὦ ἄνδρες, εἰ καὶ μὴ ἄλλῳ, τῷ γοῦν πολυθρυλήτῳ φιλοσόφῳ ταῦτα νομοθετοῦντι, καὶ τὰ θεῖα λόγια μὴ παροπτέα νομίζειν, ὅτι δὴ τῷ περιττῷ τῶν λόγων οὐ κατακέχρηνται φύσει, ἀλλὰ γυμνὸν ἡμῖν προσφέρουσι καὶ ἀποστίλβον τῆς ἀληθείας τὸ κάλλος. Εὐπετὲς μὲν γὰρ ἦν καὶ μάλα ῥᾴδιον τῇ τῆς σοφίας πηγῇ, ἣ καὶ δυσσεβέσιν ἀνθρώποις τὴν καλουμένην εὐστομίαν δεδώρηται, καὶ Πλάτωνος εὐγλωττοτέρους καὶ δεινοτέρους Δημοσθένους καὶ ὄγκῳ τὸν Ὀλόρου κατακρύπτοντας καὶ τὸν Νικομάχου καὶ Χρύσιππον τοῖς τῶν ξυλλογισμῶν ἀλύτοις δεσμοῖς ἀποφῆναι τῆς ἀληθείας τοὺς κήρυκας.