Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.3
Not analysed yet
Ἀλλ' οὐκ ἐβουλήθη πέντε ἢ δέκα ἢ πεντεκαίδεκα ἢ ἑκατὸν ἢ δὶς τοσούτους τῶν σωτηρίων ἀπολαῦσαι ναμάτων, ἀλλὰ πάντας ἀνθρώπους, καὶ Ἕλληνας καὶ βαρβάρους, καὶ τοὺς λόγοις ἐντεθραμμένους καὶ τοὺς λόγων οὐ γεγευμένους, καὶ σκυτέας καὶ ὑφάντας καὶ χαλκοτύπους καὶ τοὺς ἄλλους, ὅσοι τὰς τέχνας μεταχειρίζουσι, καὶ πρὸς τούτοις καὶ οἰκέτας καὶ προσαίτας καὶ γηπόνους καὶ ἀλσοκόμους καὶ γυναῖκας ὡσαύτως, τάς τε πλούτῳ περιρρεομένας καὶ τὰς πόνῳ ξυνεζευγμένας καὶ ἐκ χειρῶν βιοτεύειν ἠναγκασμένας.