Ancient Greek
8.25 to 8.26
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.25-26
Not analysed yet
Καὶ μέντοι καὶ τοὺς Τυνδαρίδας θεοὺς ἐκάλεσαν Ἕλληνες καὶ Διοσκούρους ὠνόμασαν καὶ Ἐφεστίους καὶ Ἄνακας· καὶ τεμενῶν οὐκ ἐν Σπάρτῃ μόνον, ἀλλὰ καὶ Ἀθήνησι τούτους ἠξίωσαν. Καὶ τούτοιν μέμνηται Δημοσθένης ὁ ῥήτωρ, οὑτωσὶ λέγων· «Ἐν τῷ πανδοκείῳ τῷ πρὸ τοῦ Διοσκορείου.» Καὶ τὸ Λεωκόριον δὲ τῶν Λεὼ θυγατέρων ἐστὶν ἱερόν. Καὶ ἄλλους δέ γε παμπόλλους ἀθλίους καὶ τρισαθλίους ἐθεοποίησαν ἀνθρωπίσκους καὶ δημοθοινίαις ἐτίμησαν. Καὶ γὰρ ὁ Πύθιος μάντις Κλεομήδη τὸν Ἀστυπαλαιέα τὸν πύκτην θείου γέρως ἀπολαύειν ἐκέλευσε καὶ τόνδε ἀνεῖλε τὸν χρησμὸν ἡ Πυθία· ὕστατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶσθ' ὡς οὐκέτι θνητὸν ἐόντα.