Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.27
Not analysed yet
Ἵνα δὲ γνῶτε καὶ ὑμεῖς, ὧν δὴ εἵνεκα τῷ Διῒ καὶ τοῖς ἄλλοις ξυνετάχθη καὶ οὗτος, ἐγὼ τὰ περὶ τοῦδε ἐρῶ διηγήματα. Οὗτος τὸν ἀνταγωνιστὴν μιᾷ πατάξας πληγῇ, ἀνέῳξε μὲν αὐτοῦ τὴν πλευράν, ἐμβαλὼν δὲ εἴσω τὴν χεῖρα τῶν ἐγκάτων ἐλάβετο, εἶτα τῶν ἀθλοθετῶν διὰ τὴν τῆς ὠμότητος χαλεπηνάντων ὑπερβολὴν καὶ τίμημα ἐπιθέντων, ἀνεχώρησε μὲν βαρυθυμῶν, παριὼν δὲ διὰ τῆς ἀγορᾶς, ἕνα τῶν ἐρειδόντων τὸν ὄροφον ἐφελκυσάμενος κίονα, ξυμμορίαν μειρακίων κατέχωσεν, ἣν τῷ διδασκάλῳ προσεδρεύειν αὐτόθι ξυνέβαινεν.